Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.585 Joseph. BJ 2.591 (English) >>Joseph. BJ 2.596

2.588φροντὶς δʼ ἦν αὐτῷ μηδένα προσλαμβάνειν εὐάλωτον, ἀλλὰ τοὺς εὐεξίᾳ σώματος καὶ ψυχῆς παραστήματι καὶ πολέμων ἐμπειρίᾳ διαφέροντας ἐξελέγετο, μέχρι καὶ τετρακοσίων ἀνδρῶν στῖφος συνεκρότησεν, οἳ τὸ πλέον ἐκ τῆς Τυρίων χώρας καὶ τῶν ἐν αὐτῇ

-- --

κωμῶν φυγάδες ἦσαν· 2.589διʼ ὧν πᾶσαν ἐλῄζετο τὴν Γαλιλαίαν καὶ μετεώρους ὄντας ἐπὶ τῷ μέλλοντι πολέμῳ τοὺς πολλοὺς ἐσπάρασσεν. 2.590

Ἤδη δʼ αὐτὸν στρατηγιῶντα καὶ μειζόνων ἐφιέμενον ἔνδεια χρημάτων κατεῖχεν. ἐπεὶ δὲ τὸν Ἰώσηπον ὁρῶν αὐτοῦ σφόδρα χαίροντα τῷ δραστηρίῳ πείθει πρῶτον μὲν αὐτῷ πιστεῦσαι τὸ τεῖχος ἀνοικοδομῆσαι τῆς πατρίδος, ἐν πολλὰ παρὰ τῶν πλουσίων ἐκέρδανεν· 2.591ἔπειτα συνθεὶς σκηνὴν πανουργοτάτην, ὡς ἄρα φυλάττοιντο πάντες οἱ κατὰ τὴν Συρίαν Ἰουδαῖοι ἐλαίῳ χρῆσθαι μὴ διʼ ὁμοφύλων ἐγκεχειρισμένῳ, πέμπειν αὐτοῖς ἐπὶ τὴν μεθορίαν ἐξῃτήσατο. 2.592συνωνούμενος δὲ τοῦ Τυρίου νομίσματος, τέσσαρας Ἀττικὰς δύναται, τέσσαρας ἀμφορεῖς, τῆς αὐτῆς ἐπίπρασκεν τιμῆς ἡμιαμφόριον. οὔσης δὲ τῆς Γαλιλαίας ἐλαιοφόρου μάλιστα καὶ τότε εὐφορηκυίας, εἰς σπανίζοντας εἰσπέμπων πολὺ καὶ μόνος ἄπειρόν τι πλῆθος συνῆγεν χρημάτων, οἷς εὐθέως ἐχρῆτο κατὰ τοῦ τὴν ἐργασίαν παρασχόντος. 2.593καὶ ὑπολαβών, εἰ καταλύσειεν τὸν Ἰώσηπον, αὐτὸς ἡγήσεσθαι τῆς Γαλιλαίας, τοῖς μὲν ὑφʼ ἑαυτὸν λῃσταῖς προσέταξεν εὐτονώτερον ἐγχειρεῖν ταῖς ἁρπαγαῖς, ὅπως πολλῶν νεωτεριζομένων κατὰ τὴν χώραν διαχρήσαιτό που τὸν στρατηγὸν ἐκβοηθοῦντα λοχήσας περιορῶντα τοὺς λῃστὰς διαβάλλοι πρὸς τοὺς ἐπιχωρίους.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.585 Joseph. BJ 2.591 (English) >>Joseph. BJ 2.596

Powered by PhiloLogic